Imagens da página
PDF
ePub
[blocks in formation]

20

30

40

ALCESTIS.

I. (280-325). ALCESTIS bids her husband Admetus farewell.

μοι

ΑΛ. "Αδμηθ', ὁρᾷς γὰρ τἀμὰ πράγμαθ' ὡς ἔχει, λέξαι θέλω σοι πρὶν θανεῖν & βούλομαι. ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς ψυχῆς καταστήσασα φῶς τόδ ̓ εἰσορᾶν, θνήσκω, παρόν μοι μὴ θανεῖν ὑπὲρ σέθεν, ἀλλ ̓ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον, καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι, οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου ξὺν παισὶν ὀρφανοῖσιν· οὐδ ̓ ἐφεισάμην ἥβης ἔχουσα δῶρ', ἐν οἷς ἐτερπόμην. καίτοι σ' δ φύσας χἡ τεκοῦσα προὔδοσαν, καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου, καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν. μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα. καγώ τ ̓ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες, καὶ παῖδας ὀρφάνευες. ἀλλὰ ταῦτα μὲν θεῶν τις ἐξέπραξεν ὥσθ' οὕτως ἔχειν. εἶεν· σύ νύν τῶνδ ̓ ἀπόμνησαι χάριν αἰτήσομαι γάρ σ ̓ ἀξίαν μὲν οὔποτε· ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον δίκαια δ', ὡς φήσεις σύ τούσδε γὰρ φιλεῖς οὐχ ἧσσον ἢ γὼ παῖδας, εἴπερ εὖ φρονεῖς· τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων, καὶ μὴ 'πιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις, ἥτις κακίων οὖσ ̓ ἐμοῦ γυνὴ φθόνῳ τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ. μὴ δῆτα δράσῃς ταῦτά γ', αἰτοῦμαί σ' ἐγώ. ἐχθρὰ γὰρ ἡ 'πιοῦσα μητρυιὰ τέκνοις τοῖς πρόσθ', ἐχίδνης οὐδὲν ἠπιωτέρα. καὶ παῖς μὲν ἄρσην πατέρ ̓ ἔχει πύργον μέγαν, [ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.] σὺ δ ̓ ὦ τέκνον μοι πῶς κορευθήσει καλῶς; ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί; μή σοί τιν' αἰσχρὰν προσβαλοῦσα κληδόνα ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους. οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ οὔτ ̓ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον, παροῦσ ̓, ἵν ̓ οὐδὲν μητρὸς εὐμενέστερον. δεῖ γὰρ θανεῖν με· καὶ τόδ' οὐκ εἰς αὔριον οὐδ ̓ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν, ἀλλ ̓ αὐτίκ ̓ ἐν τοῖς μηκέτ' οὖσι λέξομαι.

[blocks in formation]

ΙΩ.

φεῦ φεῦ· κατ ̓ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ, ἐκεῖσε τὸν νοῦν δοὺς ὅθ ̓ ἡ τεκοῦσά με, κρυφαῖα νυμφευθεῖσ', ἀπημπόλα λάθρα, καὶ μαστὸν οὐχ ὑπέσχεν· ἀλλ ̓ ἀνώνυμος ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον. τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος βαρέα· χρόνον γὰρ ὅν μ' ἐχρῆν ἐν ἀγκάλαις μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου, ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς. τλήμων δὲ χἡ τεκοῦσά μ', ὡς ταὐτὸν πάθος πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς. καὶ νῦν λαβὼν τήνδ' ἀντίπηγ ̓ οἴσω θεῷ ἀνάθημ', ἵν' εὕρω μηδὲν ὧν οὐ βούλομαι. εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,

20

30

40

50

60

ΚΡ.

12.

ΚΡ.

ΙΩ.

μοι.

εὑρεῖν κάκιον μητέρ ̓ ἢ σιγῶντ ̓ ἐᾶν. * Φοίβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς. καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ πολεμῶ, τὰ μητρὸς σύμβολ ̓ ὅς γ' ἔσωσε ἀνοικτέον τάδ ̓ ἐστὶ καὶ τολμητέον· τὰ γὰρ πεπρωμέν ̓ οὐδ ̓ ὑπερβαίην ποτ ̓ ἄν. & στέμμαθ ̓ ἱρά, τί ποτέ μοι κεκεύθατε, καὶ σύνδεθ', οἷσι τἄμ' ἐφρουρήθη φίλα; ἰδοὺ περίπτυγμ ̓ ἀντίπηγος εὐκύκλου ὡς οὐ γεγήρακ ̓ ἔκ τινος θεηλάτου, εὐρώς τ' ἄπεστι πλεγμάτων· ὁ δ ̓ ἐν μέσῳ χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν. τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ ; σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι. οὐκ ἐν σιωπῇ τὰμά· μή με νουθέτει. ὁρῶ γὰρ ἄγγος οὗ 'ξέθηκ ̓ ἐγώ ποτε σε γ ̓ ὦ τέκνον μοι βρέφος ἔτ ̓ ὄντα νήπιον Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφείς. λείψω δὲ βωμὸν τόνδε, κεὶ θανείν με χρή. λάζυσθε τήνδε θεομανὴς γὰρ ἤλατο βωμοῦ λιποῦσα ξόανα· δεῖτε δ ̓ ὠλένας. ΚΡ. σφάζοντες οὖν λήγοιτ ̓ ἄν· ὡς ἀνθέξομαι καὶ τῆσδε καὶ σοῦ τῶν τ' ἔσω κεκρυμμένων. τάδ ̓ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ. οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκει φίλος. ἐγὼ φίλος σός; κατά μ' ἔκτεινες λάθρα ; παῖς γ', εἰ τόδ' ἐστὶ τοῖς τεκοῦσι φίλτατον. παῦσαι πλέκουσα· λήψομαί σ' ἐγὼ καλῶς. ἐς τοῦθ ̓ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον. κενὸν τόδ ̓ ἄγγος, ἢ στέγει πλήρωμά τι ; ΚΡ. σά γ ̓ ἐνδύθ', οἶσί σ ̓ ἐξέθηκ ̓ ἐγώ ποτε, καὶ τοὔνομ ̓ αὐτῶν ἐξερεῖς, πρὶν εἰσιδεῖν ; κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι. ΙΩ. λέγ'. ὡς ἔχει τι δεινὸν ἡ τόλμη γέ σου. ΚΡ. σκέψασθ ̓ ὁ παῖς ποτ' οὖσ ̓ ὕφασμ ̓ ὕφην ̓ ἐγώ. ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα. οὐ τέλεον, οἷον δ ̓ ἐκδίδαγμα κερκίδος. μορφὴν ἔχον τίν'; ὥς με μὴ ταύτῃ λάβῃς. Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων. ΙΩ. ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεί πότμος ; ΚΡ. κεκρασπέδωται δ ̓ ἄφεσιν αἰγίδος τρόπον. ἰδού.

ΙΩ.

ΚΡ.

ΙΩ.

ΚΡ.

12.

ΚΡ.

12.

ΙΩ.

ΚΡ.

ΙΩ.

ΚΡ.

ΙΩ.

ΚΡ.

ΙΩ.

[blocks in formation]

70 12.

συγγνώσεται γὰρ ὁ θεός, ἐν χεροῖν σ ̓ ἔχω, ἄελπτον εὕρημ', ὃν κατὰ γᾶς ἐνέρων χθόνιον μετὰ Περσεφόνας τ ̓ ἐδόκουν ναίειν. 12. ἀλλ ̓, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν

[blocks in formation]

ΘΕ. Πενθεῦ, πάρεσμεν, τήνδ' ἄγραν ἠγρευκότες ἐφ ̓ ἣν ἔπεμψας, οὐδ ̓ ἄκρανθ ̓ ὡρμήσαμεν. ὁ θὴρ δ ̓ ὅδ ̓ ἡμῖν πρᾷος, οὐδ ̓ ὑπέσπασε φυγῇ πόδ', ἀλλ' ἔδωκεν οὐκ ἄκων χέρας, οὐδ ̓ ὠχρός, οὐδ ̓ ἄλλαξεν οίνωπὸν γένυν, γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο, ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. κἀγὼ δι' αἰδοῦς εἶπον, ὦ ξέν', οὐχ ἑκὼν ἄγω σε,Πενθέως δ ̓, ὅς μ' ἔπεμψ', ἐπιστολαῖς. ὡς δ ̓ αὖ σὺ βάκχας είρξας, ἃς συνήρπασας κἄδησας ἐν δεσμοῖσι παιδήμου στέγης, φροῦδαί γ' ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας σκιρτῶσι, Βρόμιον ἀνακαλούμεναι θεόν. αὐτόματα δ' αὐταῖς δεσμὰ διελύθη ποδῶν, κλῇδές τ' ἀνῆκαν θύρετρ ̓ ἄνευ θνητῆς χερός. πολλῶν δ ̓ ὅδ ̓ ἁνὴρ θαυμάτων ἥκει πλέως ἐς τάσδε Θήβας· σοὶ δὲ τἄλλα χρὴ μέλειν. ΠΕ. μέθεσθε χειρῶν τοῦδ'· ἐν ἄρκυσιν γὰρ ὢν οὐκ ἔστιν οὕτως ἀκὺς ὥστε μ' ἐκφυγεῖν. ἀτὰρ τὸ μὲν σῶμ ̓ οὐκ ἄμορφος εἶ, ξένε, ὡς ἐς γυναῖκας, ἐφ' ὅπερ ἐς Θήβας πάρει πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, γένυν παρ' αὐτὴν κεχυμένος, πόθου πλέως λευκήν τε χροιὰν ἐς παρασκευὴν ἔχεις, οὐχ ἡλίου βολαῖσιν, ἀλλ ̓ ὑπὸ σκιᾶς, τὴν ̓Αφροδίτην καλλυνῇ θηρώμενος. πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. οὐ κόμπος οὐδείς· ῥᾴδιον δ ̓ εἰπεῖν τόδε· τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.

ΔΙ.

80

90

10

20

[blocks in formation]

50

60

70

80

ΠΕ.

ΔΙ.

πόθεν δὲ τελετὰς τάσδ' ἄγεις εἰς Ἑλλάδα; Διόνυσος ἡμᾶς εἰσέβησ ̓ ὁ τοῦ Διός. ΠΕ. Ζεὺς δ ̓ ἔστ' ἐκεῖ τις, ὃς νέους τίκτει θεούς; ΔΙ. οὔκ, ἀλλ ̓ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις. ΠΕ. πότερα δὲ νύκτωρ σ ̓ ἢ κατ ̓ ὄμμ' ἠνάγκασεν; ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.

ΔΙ.

ΠΕ. τὰ δ ̓ ὄργι ̓ ἐστὶ τίν' ἰδέαν ἔχοντά σοι; ἄρρητ ̓ ἀβακχεύτοισιν εἰδέναι βροτῶν. ἔχει δ' ὄνησιν τοῖσι θύουσιν τίνα;

ΔΙ.

ΠΕ. ΔΙ.

ΔΙ.

ΔΙ.

οὐ θέμις ἀκοῦσαί σ ̓, ἔστι δ' ἄξι ̓ εἰδέναι. ΠΕ. εὖ τοῦτ ̓ ἐκιβδήλευσας, ἵν ̓ ἀκοῦσαι θέλω. ἀσέβειαν ἀσκοῦντ ̓ ὄργι ̓ ἐχθαίρει θεοῦ. ΠΕ. τὸν θεὸν ὁρᾶν γὰρ φής σαφῶς, ποιός τις ἦν; ὁποῖος ἤθελ'· οὐκ ἐγὼ τασσον τόδε. ΠΕ. τοῦτ ̓ αὖ παροχέτευσας εὖ, κοὐδὲν λέγων. δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. ΠΕ. ἦλθες δὲ πρῶτα δεῦρ ̓ ἄγων τὸν δαίμονα; πᾶς ἀναχορεύει βαρβάρων τάδ' ὄργια. ΠΕ. φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.

ΔΙ.

ΔΙ.

ΔΙ.

ΔΙ.

ΔΙ.

ΔΙ.

τάδ ̓ εξ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι. ΠΕ. τὰ δ ̓ ἱρὰ νύκτωρ ἢ μεθ ̓ ἡμέραν τελεῖς; νύκτωρ τὰ πολλά· σεμνότητ ̓ ἔχει σκότος. ΠΕ. τοῦτ ̓ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν. κἂν ἡμέρᾳ τό γ' αἰσχρὸν ἐξεύροι τις ἄν. ΠΕ. δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν. ΔΙ. σὲ δ ̓ ἀμαθίας γε κἀσεβοῦντ ̓ ἐς τὸν θεόν. ΠΕ. ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων. εἴφ ̓ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσει; ΠΕ. πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν. ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δ ̓ αὐτὸν τρέφω. ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. ΔΙ. αὐτός μ' ἀφαιροῦ· τόνδε Διονύσου φορῶ. ΠΕ. εἱρκταῖσί τ' ἔνδον σῶμα σὸν φυλάξομεν. λύσει μὲ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω. ΠΕ. ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς. καὶ νῦν & πάσχω πλησίον παρὼν ὁρᾷ. ΠΕ. καὶ ποῦ 'στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ'

[blocks in formation]
[blocks in formation]

ΟΡ. ὦ μήτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόραςαὗται γὰρ αὗται πλησίον θρώσκουσί μου. ΗΛ. μέν, ὦ ταλαίπωρ', ἀτρέμα σοῖς ἐν δεμνίοις. ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ ̓ εἰδέναι. ὦ Φοῖβ', ἀποκτενοῦσί μ' αἱ κυνώπιδες γοργῶπες, ἐνέρων ἱερίαι, δειναὶ θεαί. οὗτοι μεθήσω· χεῖρα δ ̓ ἐμπλέξασ ̓ ἐμὴν σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα. μέθες μίν οὖσα τῶν ἐμῶν Ἐρινύων, μέσον μ' ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον. οἳ γὼ τάλαινα· τίν ̓ ἐπικουρίαν λάβω, ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα; δὸς τόξα μοι κερουλκὰ, δῶρα Λοξίου, οἷς μ' εἶπ' ̓Απόλλων ἐξαμύνασθαι θεάς, εἴ μ' ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν. βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί, εἰ μὴ ἐξαμείψει χωρὶς ὀμμάτων ἐμῶν. οὐκ εἰσακούετ'; οὐχ ὁρᾶθ ̓ ἑκηβόλων τόξων πτερωτὰς γλυφίδας ἐξυρμωμένας; τί δῆτα μέλλετ'; ἐξακρίζετ ̓ αἰθέρα πτεροῖς· τὰ Φοίβου δ ̓ αἰτιᾶσθε θέσφατα. ἔα

ΟΡ.

τί χρῆμ ̓ ἀλύω, πνεῦμ ̓ ἀνεὶς ἐκ πνευμόνων; ποῖ ποῖ ποθ ̓ ἡλάμεσθα δεμνίων ἄπο; ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν ὁρῶ. ξύγγονε, τί κλαίεις κρᾶταθεῖσ ̓ ἔσω πέπλων; αἰσχύνομαί σοι μεταδιδοὺς πόνων ἐμῶν, ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς, μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν· σὺ μὲν γὰρ ἐπένευσας τάδ', εἴργασται δ' ἐμοὶ

μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι, ὅστις μ' ἐπάρας ἔργον ἀνοσιώτατον τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ ̓ ἔργοισιν οὔ. οἶμαι δὲ πατέρα τὸν ἐμὸν, εἰ κατ' ὄμματα ἐξιστόρουν νιν, μητέρ ̓ εἰ κτεῖναί με χρή, πολλὰς γενείου τοῦδ ̓ ἂν ἐκτεῖναι λιτὰς μὴ τῆς τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος, εἰ μήτ' ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς, ἐγώ θ ̓ ὁ τλήμων τοιάδ ̓ ἐκπλήσειν κακά. καὶ νῦν ἀνακάλυπτ ̓, ὦ κασίγνητον κάρα, ἐκ δακρύων τ' ἄπελθε, κεἰ μάλ ̓ ἀθλίως ἔχομεν· ὅταν δὲ τἄμ' ἀθυμήσαντ ̓ ἴδῃς,

20

10

50

60

10

σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν ίσχναινε παραμυθοῦ θ'· ὅταν δὲ σὺ στένῃς, ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα ἐπικουρίαι γὰρ αἶδε τοῖς φίλοις καλαί. ἀλλ ̓, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω, ὕπνῳ τὸ ἄϋπνον βλέφαρον ἐκταθεῖσα δός, στόν τ' ὄρεξαι, λουτρά τ ̓ ἐπὶ χροὺς βάλε. εἰ γὰρ προλείψεις μ', ἢ προσεδρίᾳ νόσον κτήσει τιν, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν. ΗΛ. οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι

καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἣν σὺ κατθάνῃς, γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι, ἀνάδελφος, ἀπάτωρ, ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ, δρᾶν χρὴ τάδ'· ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας, καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σ ̓ ἐκ δεμνίων ἔγαν ἀποδέχου, μένε δ ̓ ἐπὶ στρωτοῦ λέχους, κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν, κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.

IPHIGENIA IN TAURIS.

Ι. 26ο ἐπεὶ τὸν εἰσρέοντα 339 σφαγῆς. MESSENGER describes the madness of Orestes.

Ι. 725 ἀπέλθεθ' 826 δοξάζεται. ORESTES, PYLADES, IPHIGENIA. The recognition.

IPHIGENIA IN AULIDE.

1540 ἀλλ ̓, ὦ φίλη-1610 σφαγῆς. MESSEN GER relates the sacrifice of Iphigenia.

CYCLOPS.

I. (277-312, omitting 290-298; 316346). ODYSSEUS and POLYPHEMUS.

ΟΔ. Ιθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ' ἄπο,

πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ. ΚΥ. ἦ τῆς κακίστης οἳ μετήλθεθ ̓ ἁρπαγὰς

Ἑλένης Σκαμάνδρου γείτον Ιλίου πόλιν ; ΟΔ. οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες. ΚΥ. αἰσχρὸν στράτευμά γ', οἵτινες μιᾶς χάριν γυναικὸς ἐξεπλεύσατ ̓ ἐς γαῖαν Φρυγών. ΟΔ. θεοῦ τὸ πρᾶγμα μηδέν ̓ αἰτιῶ βροτῶν. ἡμεῖς δέ σ', ὦ θεοῦ ποντίου γενναῖε παῖ, ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως, μὴ τλῇς πρὸς ἄντρα σοὺς ἀφιγμένους φίλους

ΚΥ.

κτανεῖν, βοράν τε δυσσεβῆ θέσθαι γνάθοις· νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφει, ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους, ξενιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι, οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη ὀβελοῖσι νηδὲν καὶ γνάθον πλῆσαι σέθεν ἅλις δὲ Πριάμου γαῖ ̓ ἐχήρωσ ̓ Ἑλλάδα, πολλῶν νεκρῶν πιοῦσα δορυπετῆ φόνον, ἀλόχους τ ̓ ἀνάνδρους γραῦς τ ̓ ἄπαιδας ὤ

λεσε

πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους σὺ συμπυρώσας δαῖτ ̓ ἀναλώσεις πικράν, ποῖ τρέψεταί τις; ἀλλ ̓ ἐμοὶ πιθοῦ, Κύκλωψ, πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ' εὐσεβὲς τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ κέρδη πονηρὰ ζημίαν ημείψατο.

ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός τὰ δ ̓ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι. ἄκρας δ ̓ ἐναλίας ἃς καθίδρυται πατὴρ χαίρειν κελεύω· τί τάδε προὐστήσω λόγῳ ; Ζηνὸς δ' ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε, οὐδ ̓ οἶδ' ὅ τι Ζεύς ἐστ ̓ ἐμοῦ κρείσσων θεός. οὔ μοι μέλει τὸ λοιπόν. ὡς δ ̓ οὔ μοι μέλει ἄκουσον· ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ, ἐν τῇδε πέτρα στέγν ̓ ἔχω σκηνώματα, ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος δαινύμενος, εὖ τέγγων τε γαστέρ ̓ ὑπτίαν. ὅταν δὲ βορέας χιόνα Θρήκιος χέῃ, δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν καὶ πῦρ ἀναίθων, χιόνος οὐδέν μοι μέλει. ἡ γῆ δ ̓ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά, ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ' οὔ, καὶ τῇ μεγίστῃ γαστρὶ τῇδε δαιμόνων ὡς τοὐμπιεῖν γε καὶ φαγεῖν τοὺφ' ἡμέραν, Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσι, λυπεῖν δὲ μηδὲν αὐτόν· οἱ δὲ τοὺς νόμους ἔθεντο, ποικίλλοντες ἀνθρώπων βίον, κλαίειν ἄνωγα· τὴν δ ̓ ἐμὴν ψυχὴν ἐγὼ οὐ παύσομαι δρῶν εὖ κατεσθίων τε σέ. ξενιά τε λήψει τοιάδ ̓, ὡς ἄμεμπτος ὦ, πῦρ καὶ πατρῷον τόδε λέβητά θ', ὃς ζέσας σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς. ἀλλ ̓ ἕρπετ ̓ εἴσω, τῷ κατ' αὔλιον θεῷ ἵν ̓ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.

ΙΙ. 382 ἐπεὶ πετραίαν-462 συναυανῶ κόρας. ULYSSES proposes to slay Polyphemus.

FRAGMENTS.

353 ERECHTHEUS. τὰς χάριτας—κακόν. PRAXITHEA offers her daughter Chthonia for the good of Athens.

Fr. 281. ΑUTOLYCUS. κακῶν-καλά. In dispraise of athletes.

20

30

40

50

[blocks in formation]
« AnteriorContinuar »