Imagens da página
PDF
ePub

σαφῶς ἐπίστασ', οὐκ ἂν ἀλλάξαιμ ̓ ἐγώ. ΕΡ. κρείσσον γάρ, οἶμαι, τῇδε λατρεύειν πέτρα ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον. ΠΡ. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. ΕΡ. χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι. 50 ΠΡ. χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ ̓ ἐν τούτοις λέγω. ΕΡ. ἢ κἀμὲ γάρ τι ξυμφοραῖς ἐπαιτιᾷ ; ΠΡ. ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μ' ἐκδίκως. ΕΡ. κλύω σ' ἐγὼ μεμηνότ ̓ οὐ σμικρὰν νόσον. ΠΡ. νοσοῖμ ̓ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. ΠΡ. έμοι. ΕΡ. τόδε Ζεὺς τοῦπος οὐκ ἐπίσταται. ΠΡ. ἀλλ ̓ ἐκδιδάσκει πάνθ ̓ ὁ γηράσκων χρόνος. EP. καὶ μὴν σύ γ' οὔπω σωφρονεῖν ἐπίστασαι. ΠΡ. σὲ γὰρ προσηύδων οὐκ ἄν, ἔνθ ̓ ὑπηρέτην. ΕΡ. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.

60

70

Ο

ΕΡ.

ΠΡ. καὶ μὴν ὀφείλων γ ̓ ἂν τίνοιμ' αὐτῷ χάριν. ἐκερτόμησας δῆθεν ὡς παῖδ ̓ ὄντα με.

ΕΡ. ΠΡ.

οὐ γὰρ σὺ παῖς τε κάτι τοῦδ ̓ ἀνούστερος, εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα; οὐκ ἔστιν αἴκισμ' οὐδὲ μηχάνημ ̓ ὅτῳ προτρέψεται με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ, λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω γνάμψει γὰρ οὐδὲν τῶνδέ μ' ὥστε καὶ φράσαι πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος. ΕΡ. δρα νυν εἴ σοι ταῦτ ̓ ἀρωγὰ φαίνεται. ΠΡ. ώπται πάλαι δὴ καὶ βεβούλευται τάδε. ΕΡ. τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. ΠΡ. ὀχλεῖς μάτην με κῦμ ̓ ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθ ̓ ὡς ἐγὼ Διὸς γνώμην φοβηθεὶς θηλύνους γενήσομαι, καὶ λιπαρήσω τὸν μέγα στυγούμενον γυναικομίμοις ὑπτιάσμασιν χερῶν

λύσαί με δεσμῶν τῶνδε τοῦ παντὸς δέω. ΕΡ. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·

τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει κέαρ
λιταῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγής
πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
ἀτὰρ σφοδρύνει γ' ἀσθενεῖ σοφίσματι·
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
αὐτὴ καθ ̓ αὑτὴν οὐδενὸς μεῖον σθένει.
σκέψαι δ', ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
ἔπεισ ̓ ἄφυκτος· πρῶτα μὲν γὰρ ἀκρίδα
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογί
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
τὸ σόν, πετραία δ' ἀγκάλη σε βαστάσει.
μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις ἐς φάος· Διὸς δέ τοι
πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος έρπων δαιταλεὺς πανήμερος,
κελαινόβρωτον δ ̓ ἧπαρ ἐκθοινήσεται.
τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
φανῇ, θελήσῃ τ' εἰς ἀναύγητον μολεῖν

[merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors]

10

ΚΛ. "Ηφαιστος, Ιδης λαμπρὸν [ἐκπέμπει] σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρ ̓ ἀπ' ἀγγάρου πυρὸς ἔπεμπεν· Ιδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον *Αθῳον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε πόντον ὥστε νωτίσαι ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν, πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος, σέλας παραγγείλασα Μακίστου σκοπαῖς· ὁ δ ̓ οὔ τι μέλλων οὐδ ̓ ἀφρασμόνως ὕπνῳ νικώμενος παρήκεν ἀγγέλου μέρος ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ ̓ Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δ ̓ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω, γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δ ̓ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ασωπού, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας, ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο φρουρά, πλέον καίουσα τῶν εἰρημένων· λίμνην δ' ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος ὄρος τ ̓ ἐπ ̓ Αἰγίπλαγκτον ἐξικνούμενον ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός. πέμπουσι δ' ἀνδαίοντες ἀφθόνῳ μένει φλογὸς μέγαν πώγωνα καὶ Σαρωνικού πορθμοῦ κάτοπτον πρῶν ὑπερβάλλειν πρόσω φλέγουσαν· εἶτ ̓ ἔσκηψεν, εἶτ ̓ ἀφίκετο ̓Αραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς κάπειτ' Ατρειδῶν εἰς τόδε σκήπτει στέγος 30 φάος τόδ', οὐκ ἄπαππον Ιδαίου πυρός. τοιοίδ ̓ ἕτοιμοι λαμπαδηφόρων νόμοι, ἄλλος παρ' ἄλλου διαδοχαῖς πληρούμενοι νικᾷ δ ̓ ὁ πρῶτος καὶ τελευταῖος δραμών. τέκμαρ τοιοῦτον ξύμβολόν τε σοὶ λέγω, ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.

ΙΙ. 1372 πολλῶν-1447 χλιδής (omitting 1407-1425) KLYTAEMNESTRA describes the death of Agamemnon.

20

[blocks in formation]

AJAX.

SOPHOCLES

Ι. (284-330). TEKMESSA describes the slaughter of the cattle.

ΤΕΚ. ἅπαν μαθήσει τοὔργον, ὡς κοινωνὸς ὤν. κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ ̓ ἕσπεροι λαμπτῆρες οὐκέτ ̓ ἦθον, ἄμφηκες λαβὼν ἐμαίετ ̓ ἔγχος ἐξόδους ἕρπειν κενάς. κἀγὼ ἐπιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς, Αἴας; τί τήνδ ̓ ἄκλητος οὔθ ̓ ὑπ ̓ ἀγγέλων κληθεὶς ἀφορμᾶς πεῖραν οὔτε του κλύων σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὁ δ ̓ εἶπε πρός με βαί, ἀεὶ δ ̓ ὑμνούμενα· γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀγὼ μαθοῦσ ̓ ἔληξ', ὁ δ ̓ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας· ἔσω δ ̓ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, ευερόν τ' ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ ̓ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους ᾐκίζεθ' ὥστε φῶτας ἐν ποίμναις πίτνων. τέλος δ' ὑπάξας διὰ θυρῶν σκιᾷ τινὶ λόγους ἀνέσπα τοὺς μὲν ̓Ατρειδῶν κάτα, τοὺς δ ̓ ἀμφ' Οδυσσεῖ, συντιθεὶς γέλων πολύν,

ὅσην κατ' αὐτῶν ὕβριν ἐκτίσαιτ' ἰών
κάπειτ' ἐπάξας αὖθις ἐς δόμους πάλιν
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
παίσας κάρα 'θώϋξεν· ἐν δ ̓ ἐρειπίοις
νεκρῶν ἐρειφθεὶς ἕζετ ̓ ἀονείου φόνου,
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον
ἔπειτ ̓ ἐμοὶ τὰ δείν ̓ ἐπηπείλησ ̓ ἔπη,
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
κἀνήρετ' ἐν τῷ πράγματος κυροῖ ποτέ.
κἀγὼ, φίλοι, δείσασα τοὐξειργασμένον
ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
ὁ δ ̓ εὐθὺς ἐξώμωξεν οἰμωγὰς λυγράς,
ἃς οὔποτ ̓ αὐτοῦ πρόσθεν εἰσήκουσ' ἐγώ.
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
τοιούσδ ̓ ἀεί ποτ' ἀνδρὸς ἐξηγεῖτ ̓ ἔχειν·
ἀλλ ̓ ἀψόφητος ὀξέων κωκυμάτων
ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
νῦν δ' ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
ἄσιτος ἁνήρ, ἀποτος, ἐν μέσοις βοτοῖς
σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.
καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
ἀλλ ̓, ὦ φίλοι, τούτων γὰρ οὔνεκ ̓ ἐστάλην,
ἀρήξατ' εἰσελθόντες, εἰ δύνασθέ τι,
φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

ΙΙ. 430 αἰαι· τίς ἄν ποτ' 480 λόγον. ΑJAX. Soliloquy after he recovers his senses.

III. (545-577). AJAX with Eurysakes. ΑΙ. αἱρ' αὐτόν, αἶρε δεῦρο ταρβήσει γὰρ οὐ νεοσφαγή που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστ' ἐμὸς τὰ πατρόθεν. ἀλλ ̓ αὐτίκ ̓ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ ̓ ἄλλ ̓ ὅμοιος· καὶ γένοι ̓ ἂν οὐ κακός. καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, σθούνεκ' οὐδὲν τῶνδ ̓ ἐπαισθάνει κακῶν. ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος, [τὸ μὴ φρονεῖν γὰρ κάρτ ̓ ἀνώδυνον κακόν.] ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. ὅταν δ ̓ ἵκῃ πρὸς τοῦτο, δεῖ σ' ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου τράφης. τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν. οὗτοι σ' ̓Αχαιῶν, οἶδα, μή τις ὑβρίσῃ στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ ̓ ἐμοῦ. τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων. ἀλλ', ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, ὑμῖν τε κοινὴν τήνδ' ἐπισκήπτω χάριν, κείνῳ τ' ἐμὴν ἀγγείλατ ̓ ἐντολήν, ὅπως τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων Τελαμῶνι δείξει μητρί τ', Ερίβοιαν λέγω, ὥς σφιν γένηται γηροβοσκὸς εἶσαεί. [μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.] καὶ τἀμὰ τεύχη μήτ' ἀγωνάρχαι τινὲς θήσουσ' 'Αχαιοῖς μήθ' ὁ λυμεὼν ἐμός. ἀλλ' αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος τὰ δ ̓ ἄλλα τεύχη κοίν ̓ ἐμοὶ τεθάψεται.

1V. (815-865). AJAX. The Sword Speech.

ΑΙ.

ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος γένοιτ ̓ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή, δῶρον μὲν ἀνδρὸς Εκτορος ξένων ἐμοὶ μάλιστα μισηθέντος, ἐχθίστου θ ̓ ὁρᾶν. πέπηγε δ' ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, σιδηροβρῶτι θηγάνῃ νεακονής ἔπηξα δ' αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδ ̓ ἀνδρὶ διὰ τάχους θανεῖν. οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον. αἰτήσομαι δέ σ' οὐ μακρὸν γέρας λαχεῖν. πέμψον τιν ἡμῖν ἄγγελον, κακὴν φάτιν Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,

καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ' ἑλωρ. τοσαῦτά σ ̓, ὦ Ζεῦ, προστρέπω, καλῶ θ ̓ ἅμα πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,

[merged small][merged small][merged small][ocr errors][merged small]

ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι πλευρὰν διαρρήξαντα τῷδε φασγάνω. καλῶ δ' ἀρωγοὺς τὰς ἀεί τε παρθένους ἀεί θ' δρώσας πάντα τὰν βροτοῖς πάθη, σεμνὰς Ερινῦς τανύποδας, μαθεῖν ἐμὲ πρὸς τῶν ̓Ατρειδῶν ὡς διόλλυμαι τάλας. [καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ ̓ ἐμὲ αὐτοσφαγῇ πίπτοντα, τὼς αὐτοσφαγείς πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.] ἔτ ̓, ὦ ταχεῖαι ποίνιμοί τ' Ερινύες, γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ σὺ δ ̓, ὦ τὸν αἰπὸν οὐρανὸν διφρηλατῶν Ηλιε, πατρώαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ ̓ ἐμὸν γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ. ή που τάλαινα, τήνδ' ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. ἀλλ ̓ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην, ἀλλ ̓ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί. ὦ Θάνατε Θάνατε, νῦν μ' ἐπίσκεψαι μολών· καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών. σὲ δ ̓, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας, καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω, πανύστατον δὴ κοὔποτ ̓ αὖθις ὕστερον. ὦ φέγγος, ὦ γῆς ἱρὸν οἰκείας πέδον Σαλαμίνος, ὦ πατρῷον ἑστίας βάθρον, κλειναί τ' ̓Αθῆναι, καὶ τὸ σύντροφον γένος, κρηναί τε ποταμοί θ' οἵδε, καὶ τὰ Τρωϊκὰ πεδία προσαυδῶ, χαίρετ ̓, ὦ τροφῆς ἐμοί· τοῦθ ̓ ὑμὶν Αἴας τοῦπος ὕστατον θροεῖ· τὰ δ ̓ ἄλλ' ἐν ᾅδου τοῖς κάτω μυθήσομαι.

Τ. 1047 οὗτος, σὲ φωνῶ-1162 μυθουμένου (1142 - 1158 may be omitted). Dialogue of MENELAUS and TEUCER Over the dead Ajax.

ELECTRA.

Ι. 68ο καπεμπόμην — 763 κακῶν. The chariot-race.

ΙΙ. 1098 ἆρ ̓ ὦ γυναίκες—1229 σεσωσμένον. Recognition of ORESTES and ELECTRA. Electra's lament over the urn.

III. (1126-1170).

ΗΛ. ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν, ὥς σ ̓ ἀπ ̓ ἐλπίδων οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην. νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, δόμων δέ σ ̓, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ ̓ ἐγώ. ὡς ἄφελον πάροιθεν ἐκλιπεῖν βίον, πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου, ὅπως θανὼν ἔκεισο τῇ τόθ' ἡμέρᾳ, τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. νῦν δ ̓ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα

κοὔτ ̓ ἐν φίλαισι χερσὶν ἡ τάλαιν' ἐγὼ λουτροῖς σ' ἐκόσμησ ̓ οὔτε παμφλέκτου πυρὸς ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος. ἀλλ ̓ ἐν ξέναισι χερσὶ κηδευθείς τάλας σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει. οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς ἀνωφελήτου, τὴν ἐγὼ θάμ ̓ ἀμφὶ σοὶ πόνῳ γλυκεῖ παρέσχον. οὔτε γάρ ποτε μητρὸς σύ γ' ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος, οὔθ ̓ οἱ κατ ̓ οἶκον ἦσαν, ἀλλ' ἐγὼ τροφός ἐγὼ δ ̓ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί. νῦν δ' ἐκλέλοιπε ταῦτ ̓ ἐν ἡμέρᾳ μια θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας θύελλ ̓ ὅπως βέβηκας. οἴχεται πατήρ τέθνηκ ̓ ἐγώ σοι· φροῦδος αὐτὸς εἶ θανών· γελῶσι δ' ἐχθροί· μαίνεται δ ̓ ὑφ ̓ ἡδονῆς μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις φήμας λάθρα προὔπεμπες ὡς φανούμενος τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ ̓ ὁ δυστυχής δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,

ὅς σ ̓ ὧδέ μοι προἔπεμψεν ἀντὶ φιλτάτης μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ. οἴμοι μοι.

ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.

ὦ δεινοτάτας, οἴμοι μοι,

πεμφθεὶς κελεύθους, φίλταθ', ὥς με ἀπώς λεσας

ἀπώλεσας δῆτ ̓, ὦ κασίγνητον κάρα. τοιγὰρ σὺ δέξαι μ' ἐς τὸ σὸν τόδε στέγος, τὴν μηδὲν ἐς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκ ̓ ἦσθ ̓ ἄνω, ξὺν σοὶ μετεῖχον τῶν ἴσων· καὶ νῦν ποθῶ τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.

[blocks in formation]

20

30

40

20

30

40

50

60

ΚΡ.

ΦΥ.

ΚΡ.

ΦΥ.

ΧΟ. ὅδ ̓ ἐκ δόμων ἄψορρος ἐς δέον περᾷ. τί δ ̓ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; ἄναξ, βροτοῖσιν οὐδέν ἐστ ̓ ἀπώμοτον. ψεύδει γὰρ ἡ 'πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ' ἥξειν δεῦρ ̓ ἂν ἐξηύχουν ἐγώ, ταῖς σαῖς ἀπειλαῖς, αἷς ἐχειμάσθην τότε. ἀλλ ̓ ἡ γὰρ ἐκτὸς καὶ παρ ̓ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι' ὅρκων καίπερ ὢν ἀπώματος, κόρην ἄγων τήνδ', ἡ καθευρέθη τάφον κοσμοῦσα. κλῆρος ἐνθάδ' οὐκ ἐπάλλετο, ἀλλ ̓ ἔστ' ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδ' αὐτός, ὡς θέλεις, λαβὼν καὶ κρῖνε κἀξέλεγχ ̓· ἐγὼ δ ̓ ἐλεύθερος δίκαιός εἰμι τῶνδ ̓ ἀπηλλάχθαι κακῶν. ΚΡ. ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών ; ΦΥ. αὕτη τὸν ἄνδρ ̓ ἔθαπτε· πάντ ̓ ἐπίστασαι. ΚΡ. ἢ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς & φής; ΦΥ. ταύτην γ' ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας. ἆρ ̓ ἔνδηλα καὶ σαφῆ λέγω ; καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη; τοιοῦτον ἦν τὸ πρᾶγμ ̓· ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν' ἐκεῖν ̓ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες ἢ κατεῖχε τὸν νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ ̓ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ' αὐτοῦ μὴ βάλοι πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ' ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδ ̓ ἀκηδήσοι πόνου. χρόνον τάδ ̓ ἦν τοσοῦτον, ἔστ' ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμ ̓ ἔθαλπε· καὶ τότ ̓ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν, οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος, ἐν δ ̓ ἐμεστώθη μέγας αἰθήρ· μύσαντες δ ̓ εἴχομεν θείαν νόσον. καὶ τοῦδ ̓ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κανακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος οὕτω δὲ χαὕτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξώμωξεν, ἐκ δ ̓ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τουργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τ ̓ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἡμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ ̓ εὐθὺς οὐδὲν ἐκπεπληγμένην. καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις· ἄπαρνος δ ̓ οὐδενὸς καθίστατο, ἅμ ̓ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν ἀλγεινόν. ἀλλὰ πάντα ταῦθ ̓ ἧσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.

*ΚΡ. σὲ δή, σὲ τὴν νεύουσαν ἐς πέδον κάρα,
φής, ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;

ΑΝ. καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
ΚΡ.
σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις
ἔξω βαρείας αἰτίας ἐλεύθερον

* The speech may begin here.

ΑΝ.

ΚΡ. ΑΝ.

ΚΡ.

σὺ δ' εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; ᾔδη· τί δ ̓ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. καὶ δῆτ ̓ ἐτόλμας τούσδ' ὑπερβαίνειν νόμους; οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδ ̓ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη τοιούσδ' ἐν ἀνθρώποισιν ὥρισαν νόμους. οὐδὲ σθένειν τοσοῦτον ᾠύμην τὰ σὰ κηρύγμαθ' ὥστ' ἄγραπτα κἀσφαλῆ θεῶν νόμιμα δύνασθαι θνητὸν ὄνθ ̓ ὑπερδραμεῖν. οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ' ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου 'φάνη. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασ', ἐν θεοῖσι τὴν δίκην δώσειν. θανουμένη γὰρ ἐξῄδη, τί δ ̓ οὔ; κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ ̓ ἐγὼ λέγω. ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς ζῇ, πῶς ὅδ ̓ οὐχὶ κατθανὼν κέρδος φέρει; οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν παρ' οὐδὲν ἄλγος· ἀλλ ̓ ἄν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ' ἄθαπτον ἠνσχόμην νέκυν, κείνοις ἂν ἤλγουν· τοῖσδε δ ̓ οὐκ ἀλγύνομαι. σοὶ δ ̓ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. ΧΟ. δηλοῖ τὸ γέννημ ̓ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός· εἴκειν δ ̓ οὐκ ἐπίσταται κακοῖς. ἀλλ ̓ ἴσθι τοι τὰ σκλήρ ̓ ἄγαν φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελή θραυσθέντα καὶ ῥαγέντα πλεῖστ ̓ ἂν εἰσίδοις· σμικρῷ χαλινῷ δ ̓ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας. οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ' ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δ' ὑβρίζειν μὲν τότ' ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους ὕβρις δ', ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. ἢ νῦν ἐγὼ μὲν οὐκ ἀνρή, αὕτη δ' ἀνήρ, εἰ ταῦτ ̓ ἀνατὶ τῇδε κείσεται κράτη. ἀλλ ̓ εἴτ ̓ ἀδελφῆς εἴθ ̓ ὁμαιμονεστέρα τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεί, αὐτή τε χἡ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. καί νιν καλεῖτ ̓· εἴσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐδ ̓ ἐπήβολον φρενῶν. φιλεῖ δ ̓ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων. μισῶ γε μέντοι χὦταν ἐν κακοῖσί τις ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ' ἑλών ; ἐγὼ μὲν οὐδέν· τοῦτ ̓ ἔχων ἅπαντ ̓ ἔχω. τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδέν, μηδ' ἀρεσθείη ποτέ, οὕτω δὲ καὶ σοὶ τἄμ' ἀφανδάνοντ ̓ ἔφυ. καίτοι πόθεν κλέος γ ̓ ἂν εὐκλεέστερον κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτ' ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. ἀλλ ̓ ἡ τυραννὶς πολλά τ ̓ ἄλλ ̓ εὐδαιμονεῖ κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ' & βούλεται.

ΑΝ.

ΚΡ.

ΑΝ.

00

10

ΚΡ. σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
ΑΝ. ὁρῶσι χοὗτοι· σοὶ δ ̓ ὑπίλλουσιν στόμα.
ΚΡ. σὺ δ ̓ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς ;
ΑΝ. οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους
σέβειν.

ΚΡ.

οἴκουν ὅμαιμος χώ καταντίον θανών ; 130 ΑΝ. όμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. ΚΡ. πώς δήτ' ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν ; ΑΝ. οὐ μαρτυρήσει ταῦθ ̓ ὁ κατθανὼν νέκυς. ΚΡ. εἴ τοί σφε τιμᾶς ἐξ ἴσου τῷ δυσσεβεῖ. ΑΝ. οὐ γάρ τι δοῦλος, ἀλλ ̓ ἀδελφὸς ὤλετο. ΚΡ. πορθῶν δὲ τήνδε γῆν· ὁ δ ̓ ἀντιστὰς ὕπερ. ΑΝ. ὅμως ὅ γ' ᾅδης τοὺς νόμους ἴσους ποθεῖ. ἀλλ ̓ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. ΑΝ. τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε ;

40

ΚΡ.

ΚΡ.

ΑΝ.

ΚΡ.

δ

οὗτοι ποθ ̓ οὐχθρός, οὐδ ̓ ὅταν θάνῃ, φίλος. οὗτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. κάτω νυν ἐλθοῦσ ̓, εἰ φιλητέον, φίλει κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.

II. 530-581 carries on the story with ANTIGONE'S refusal to let Ismene share her fate, σὺ δ ̓, ἡ κατ' οἴκους—βίου.

ΙΙΙ. 1192 ἐγώ, φίλη δέσποινα—1243 κακόν. Death of Antigone.

TRACHINIAE.

749 εἰ χρὴ μαθεῖν 812 ὄψει ποτέ. HYLLUS describes the death of Herakles.

PHILOCTETES.

925 ὦ πῦρ σύ-962 θάνοις κακῶς. PHILOC TETES' invective against Neoptolemus. See also 1004-1044.

MEDEA,

EURIPIDES

Ι. 213 Κορινθίαι γυναῖκες 266 φρὴν μιαι. φονωτέρα. The fate of womankind.

Ι. 445—οὐ νῦν κατεῖδον -575 κακόν. Altercation between JASON and MEDEA.

ΠΙ. (1021-1080). MEDEA's address to her children.

ΜΗ. ὦ τέκνα, τέκνα, σφῶν μὲν ἔστι δὴ πόλις καὶ δῶμ', ἐν ᾧ λιπόντες ἀθλίαν ἐμὲ οἰκήσετ ̓ ἀεὶ μητρὸς ἐστερημένοι" ἐγὼ δ' ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς, πρὶν σφῶν ὄνασθαι κἀπιδεῖν εὐδαίμονας, πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους εὐνὰς ἀγῆλαι λαμπάδας τ' ἀνασχεθεῖν. ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας. ἄλλως ἄρ ̓ ὑμᾶς, ὦ τέκν', ἐξεθρεψάμην, ἄλλως δ' ἐμόχθουν καὶ κατεξάνθην πόνοις, στερρὰς ἐνεγκοῦσ ̓ ἐν τόκοις ἀλγηδόνας. ἢ μήν ποθ ̓ ἡ δύστηνος εἶχον ἐλπίδας πολλὰς ἐν ὑμῖν γηροβοσκήσειν τ' ἐμὲ καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, ζηλωτὸν ἀνθρώποισι· νῦν δ ̓ ἔλωλε δὴ γλυκεῖα φροντίς· σφῶν γὰρ ἐστερημένη λυπρὸν διάξω βίοτον ἀλγεινόν τ' ἐμοί. ὑμεῖς δὲ μητέρ ̓ οὐκέτ ̓ ὄμμασιν φίλοις ὄψεσθ', ἐς ἄλλο σχῆμ ̓ ἀποστάντες βίου. φεῦ φεῦ· τί προσδέρκεσθέ μ' ὄμμασιν,τέκνα; τί προσγελᾶτε τὸν πανύστατον γέλων ; αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται, γυναίκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων. οὐκ ἂν δυναίμην χαιρέτω βουλεύματα τὰ πρόσθεν. ἄξω παῖδας ἐκ γαίας ἐμούς.

τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς λυποῦσαν αὐτὴν δις τόσα κτᾶσθαι κακά; οὐ δήτ' ἔγωγε χαιρέτω βουλεύματα. καίτοι τί πάσχω; βούλομαι γέλωτ' ὀφλεῖν, ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους ; τολμητέον τάδ'· ἀλλὰ τῆς ἐμῆς κάκης, τὸ καὶ προέσθαι μαλθακοὺς λόγους φρενί. χωρεῖτε, παῖδες, ἐς δόμους· ὅτῳ δὲ μὴ θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν, αὐτῷ μελήσει χεῖρα δ ̓ οὐ διαφθερῶ. å å.

μὴ δῆτα, θυμέ, μὴ σύ γ' ἐργάσῃ τάδε· ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων ἐκεῖ μεθ ̓ ἡμῶν ζῶντες εὐφρανοῦσί σε. μὰ τοὺς παρ' Αιδῃ νερτέρους αλάστορας, οὗτοι ποτ ̓ ἔσται τοῦθ ̓ ὅπως ἐχθροῖς ἐγὼ παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι. [πάντως σφ' ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.] πάντως πέπρωται ταῦτα κοὐκ ἐκφεύξεται. καὶ δὴ ἐπὶ κρατὶ στέφανος, ἐν πέπλοισί τε νύμφη τύραννος ὄλλυται, σάφ' οἶδ ̓ ἐγώ. ἀλλ ̓ εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν, καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι, παῖδας προσειπεῖν βούλομαι. δότ ̓, ὦ τέκνα, δότ ̓ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα, καὶ σχῆμα καὶ πρόσωπον εὐγενές τέκνων, εὐδαιμονοῖτον, ἀλλ ̓ ἐκεῖ· τὰ δ ̓ ἐνθάδε πατὴρ ἀφείλετ'. ὦ γλυκεῖα προσβολή, ὦ μαλθακὸς χρὼς πνεῦμά θ' ἥδιστον τέκνων. χωρεῖτε χωρεῖτ ̓ οὐκέτ ̓ εἰμὶ προσβλέπειν οἵα τ ̓ ἐς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.

30

40

50

60

« AnteriorContinuar »