Abbildungen der Seite
PDF
EPUB

τους

ἐν δὴ τούτῳ οἱ προδιδόντες ἐσήμαινον τοῖς ὑποκαθημένοις αναβαίνειν. Οἱ δ ̓ ἀναβάντες, καὶ λαβόντες τῶν φρουρῶν τὰ ὅπλα ἔρημα, ἐδίωκον τοὺς ἡμεροφύλακας ὄντας δέκα, (ἀφ' ἑκά

δὲ τῆς πεμπτάδος εἷς ἡμεροφύλαξ κατελείπετο) καὶ ἕνα μὲν ἔτι καθεύδοντα ἀπέκτειναν, ἄλλον δέ, καταφυγόντα πρὸς τὸ Ἡραῖον. φυγῇ δ ̓ ἐξαλλομένων ἀπὸ τοῦ τείχους εἰς τὸ ἄν, ὁρώντων τῶν ἡμεροφυλάκων, ἀναμφισβητήτως εἶχον οἱ ἀναβάν τες την ακρόπολιν. Ἐπεὶ δὲ, κραυγῆς γενομένης εἰς τὴν πόλιν, ἐβοήθουν οἱ πολῖται, τὸ μὲν πρῶτον ἐξελθόντες ἐκ τῆς ἀκροπό λεως οἱ πολέμιοι ἐμάχοντο ἐν τῷ πρόσθεν τῶν εἰς τὴν πόλιν φε ρουσῶν πυλῶν· ἔπειτα πολιορκούμενοι ὑπὸ τῶν προςβοηθούντων, ἐχώρουν πάλιν πρὸς τὴν ἀκρόπολιν· οἱ δὲ ὁπλῖται συνειςπίπτουσιν αὐτοῖς. τὸ μὲν οὖν μέσον τῆς ἀκροπόλεως εὐθὺς ἔρημον ἐγένετο ἐπὶ δὲ τὸ τεῖχος καὶ τοὺς πύργους ἀναβάντες οἱ πολέμιοι ἔπαιον καὶ ἔβαλλον τούς ἔνδον, οἱ δὲ χαμόθεν ἠμύνοντο, καὶ κατὰ τὰς ἐπὶ τὸ τεῖχος φερούσας κλίμακας προς εμάχοντο. Ἐπεὶ δὲ τῶν ἔνθεν καὶ ἔνθεν πύργων ἐκράτησάν τινων οἱ πολῖται, ὁμόσε δή ἐχώρουν απονενοημένως τοῖς ἀναβεβηκόσιν. οἱ δέ, ὠθούμενοι ὑπ' αὐτῶν τῇ τόλμη τε καὶ τῇ μάχῃ, εἰς ἔλαττον συνειλοῦντο. ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ μὲν ̓Αρκάδες καὶ οἱ ̓Αργεῖοι περὶ τὴν πόλιν ἐκυκλοῦντο, καὶ κατὰ κεφαλὴν τὸ τεῖχος τῆς ἀκροπόλεως διώρυτα τον· τῶν δὲ ἔνδοθεν οἱ μὲν ἐπὶ τὸ τεῖχος, οἱ δὲ καὶ ἐτὶ ἔξωθεν ἐπαναβαίνοντας, ἐπὶ ταῖς κλίμαξιν ὄντας, ἔπαιον, οἱ δὲ πρὸς τοὺς ἐπαναβεβηκότας αὐτῶν ἐπὶ τοὺς πύργους ἐμάχοντο, και πῦρ εὑρόντες ἐν ταῖς σκηναῖς, ὑφῆπτον αὐτοὺς, προςφορύντες τῶν δραγμάτων, ἃ ἔτυχον ἐξ αὐτῆς τῆς ἀκροπόλεως. τέθερισ

μένα,

μένα. ἐνταῦθα δὴ οἱ μὲν ἀπὸ τῶν πύργων, τὴν φλόγα φοβούμε νοι, ἐξήλλοντο, οἱ δὲ ἐπὶ τῶν τειχῶν, ὑπὸ τῶν ἀνδρῶν παιόμετ νοι, ἐξέπιπτον. Ἐπεὶ δὲ ἅπαξ ἤρξαντο ὑπείκειν, ταχὺ δὴ πᾶσα ἡ ἀρόπολις ἔρημος τῶν πολεμίων ἐγεγένητο, εὐθὺς δὲ καὶ οἱ ἱπα πεῖς, ἐξήλαυνον. οἱ δὲ πολέμιοι ἰδόντες αὐτοὺς ἀπεχώρουν, κατα λιπόντες τάς τε κλίμακας καὶ τοὺς νεκροὺς, ἐνίους δὲ καὶ ζῶντας ἀποκεχωλευμένους. ἀπέθανον δὲ τῶν πολεμίων οἵ τε ἔνδον μαχό μενοι, καὶ οἱ ἔξω ἀλώμενοι, οὐκ ἐλάττους τῶν ὀγδοήκοντα. ἔνθα δὴ θεάσασθαι παρὴν ἐπὶ τῆς σωτηρίας τοὺς μὲν ἄνδρας δεξιουμένους ἀλλήλους, τὰς δὲ γυναῖκας πιεῖν τε φερούσας και ἅμα χαρά δακρυούσας πάντας δὲ τοὺς παρόντας τότε γε τῷ ὄντι κλαυσίγελως εἶχεν.

[ocr errors]

Ἐνέβαλον δὲ καὶ τῷ ὑσέρῳ ἔτει εἰς τὸν Φλιοῦντα οἵ τε Αργεῖοι καὶ οἱ Ἀρκάδες ἅπαντες. αἴτιον δ ̓ ἦν τοῦ ἐπικεῖσθαι αὐτ τοὺς ἀεὶ τοῖς Φλιασίοις, ὅτι ἅμα μὲν ὠργίζοντο αὐτοῖς, ἅμα δὲ ἐν μέσῳ εἶχον, καὶ ἐν ἐλπίδι ἦσαν ἀεὶ, διὰ τὴν ἀπορίαν τῶν ἐπιτηδείων παρασήσεσθαι αὐτούς. οἱ δὲ ἱππεῖς καὶ οἱ ἐπίλεκτοι τῶν Φλιασίων καὶ ἐν ταύτῃ τῇ ἐμβολῇ, ἐπὶ τῇ διαβάσει τοῦ που ταμοῦ, ἐπιτίθενται σὺν τοῖς παροῦσι τῶν Αθηναίων ἱππεῦσι· καὶ κρατήσαντες ἐποίησαν, τοὺς πολεμίους τὸ λοιπὸν τῆς ἡμέρας ὑπὸ τὰς ακρωρείας ὑποχωρεῖν, ὥσπερ ἀπὸ φιλίου καρποῦ τοῦ ἐν τῷ πεδίῳ φυλαττομένους, μή καταπατήσειαν.

Αὖθις δέ ποτε ἐτράτευσεν ἐπὶ Φλιοῦντα ὁ ἐν Σικυῶνι ἄρχων, Θηβαίους ἄγων, οὓς τε αὐτὸς εἶχε φρουρούς, καὶ Σικυωνίους, καὶ Πελληνέας" (ἤδη γὰρ τότε ηκολούθουν τοῖς Θηβαίοις.) καὶ Beifp. Samml. 8. B. 2. Abth. F

Εὔφρων

[ocr errors]

Εὔφρων δὲ τοὺς αὑτοῦ ἔχων μισθοφόρους περὶ δισχιλίους συνετρατεύετο. Οἱ μὲν οὖν ἄλλοι αὐτῶν διὰ τοῦ Τρικαράνου κατέβαινον ἐπὶ τὸ Ἡραῖον, ὡς τὸ πεδίον φθεροῦντες· κατὰ δὲ τὰς εἰς Κόριν που φερούσας πύλας ἐπὶ τοῦ ἄκρου κατέλιπε Σικυωνίους τε καὶ Πελληνέας, ὅπως μή ταύτῃ περιελθόντες οἱ Φλιάσιοι κατὰ κει φαλὴν αὐτῶν γένοιντο ὑπὲρ τοῦ Ἡραίου. Ὡς δ ̓ ἔγνωσαν οἱ ἐκ τῆς πόλεως τοὺς πολεμίους ἐπὶ τὸ πεδίον ὡρμημένους, ἀντεξελθόντες οἵ τε ἱππεῖς καὶ οἱ ἐπίλεκτοι τῶν Φλιασίων ἐμάχοντο, καὶ οὐκ ἀνίεσαν εἰς τὸ πεδίον αὐτούς. καὶ τὸ μὲν πλεῖσον τῆς ἡμέρας ἐνταῦθα ἀκροβολιζόμενοι διήγον, οἱ μὲν περὶ τὸν Εὔφρονα ἐπι διώκοντες μέχρι τοῦ ἱππασίμου, οἱ δὲ ἔνδοθεν μέχρι τοῦ Ἡραίου. Ἐπεὶ δὲ ὥρα ἐδόκει ἰέναι, ἀπῄεσαν οἱ πολέμιοι κύκλῳ τοῦ Τρικα ράνου· ὥσε γὰρ τὴν σύντομον πρὸς τοὺς Πελληνέας αφικέσθαι, ἡ πρό τοῦ τείχους φάραγξ εἶργε. μικρὸν δ ̓ αὐτοὺς πρὸς τὸ ὄρθιον προπέμψαντες οἱ Φλιάσιοι, αποτρεπόμενοι ἴεντο τὴν παρὰ τὸ τεῖ χος ἐπὶ τοὺς Πελληνέας καὶ τοὺς μετ ̓ αὐτῶν. Καὶ οἱ περὶ τὸν Θηβαῖον δὲ, αἰσθόμενοι τὴν σπουδὴν τῶν Φλιασίων, ἡμιλλῶντο, ὅπως φθάσειαν τοῖς Πελληνεῦσι βοηθήσοντες. ἀφικόμενοι δὲ πρός τερον οἱ ἱππεῖς, ἐμβάλλουσι τοῖς Πελληνεῦσι. δεξαμένων δὲ τὸ πρῶτον, ἐπαναχωρήσαντες πάλιν σὺν τοῖς παραγεγενημένοις τῶν πεζῶν ἐνέβαλον, καὶ ἐκ χειρὸς ἐμάχοντο. καὶ ἐκ τούτου δὴ ἐγκλί. νουσιν οἱ πολέμιοι, καὶ ἀποθνήσκουσι τῶν τε Σικυωνίων. τινὲς, καὶ τῶν Πελληνέων μάλα πολλοὶ καὶ ἄνδρες αγαθοί. Τούτων δὲ γενομένων, οἱ μὲν Φλιάσιοι τρόπαιον ίσαντο λαμπρόν, παιανί ζοντες, ὥσπερ εἰκὸς· οἱ δὲ περὶ τὸν Θηβαῖον καὶ τὸν Εὔφρονα περιεώρων ταῦτα, ὥσπερ ἐπὶ θέαν περιδεδραμηκότες τούτων δὲ

πραχθές.

7

πραχθέντων, οἱ μὲν ἐπὶ Σικυῶνος ἀπῆλθον, οἱ δ ̓ εἰς τὸ ἄσυ ἀπεχώρησαν.

Καλὸν δὲ καὶ τοῦτο διεπράξαντο οἱ Φλιάσιοι. τὸν γὰρ Πελα ληνέα πρόξενον ζῶντα λαβόντες, καίπερ πάντων σπανιζόμενοι, ἀφῆκαν ἄνευ λύτρων. Γενναίους μὲν δὴ καὶ ἀλκίμους πῶς οὐκ ἄν τις φαίη εἶναι τοὺς τὰ τοιαῦτα διαπραττομένους;

"Ως γε μὴν καὶ διὰ καρτερίας τοῖς φίλοις τὴν πίσιν διέσωζον, περιφανές· οἱ ἐπεὶ εἴργοντο τῶν ἐκ τῆς γῆς καρπῶν, ἔζων, τὰ - μὲν ἐκ τῆς πολεμίας λαμβάνοντες, τὰ δὲ ἐκ Κορίνθου ὠνούμενοι,

τα

διὰ πολλῶν κινδύνων ἐπὶ τὴν ἀγορὰν ἴοντες, χαλεπῶς μὲν τιμὴν - πορίζοντες, χαλεπῶς δὲ τοὺς πορίζοντας διαπραττόμενοι, γλί σχρως δ ̓ ἐγγυητὰς καθιςάντες τῶν ἀξόντων ὑποζυγίων, Ἤδη δὲ παντάπασιν ἀποροῦντες, Χάρητα διεπράξαντο σφίσι παραπέμψας την παραπομπήν.

Ἐπεὶ δὲ ἐν Φλιοῦντι ἐγένοντο, εδεήθησαν αὐτοῦ καὶ τοὺς αχρείους συνεκπέμψαι εἰς τὴν Πελλήνην. κακείνους μὲν ἐκεῖ καὶ τέλιπον. ἀγοράσαντες δὲ, καὶ ἐπισκευασάμενοι οπόσα ἐδύναντο ὑποζύγια, νυκτὸς ἀπῄεσαν, οὐκ ἀγνοοῦντες, ὅτι ἐνεδρεύσοιντο ὑπὸ τῶν πολεμίων, ἀλλὰ νομίζοντες χαλεπώτερον εἶναι τοῦ μά χεσθαι τὸ μὴ ἔχειν τὰ ἐπιτήδεια. Καὶ προῄεσαν μὲν οἱ Φλιά πιοι μετά Χάρητος. ἐπεὶ δὲ ἐνέτυχον τοῖς πολεμίοις, εὐθὺς ἔρα γου το είχοντο, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐνέκειντο, καὶ ἅμα Χάρητα ἐπιβοηθεῖν ἐβόων. νίκης δὲ γενομένης, καὶ ἐκβλη θέντων ἐκ τῆς ὁδοῦ τῶν πολεμίων. οὕτω δὴ οἴκαδε καὶ ἑαυτοὺς, καὶ ἃ ἦγον, ἀπέσωσαν, ὡς δὲ τὴν νύκτα ἠγρύπνησαν, ἐκάθευδον μέχρι

μέχρι πολύω τῆς ἡμέρας. Ἐπεὶ δὲ ἀνέςη ὁ Χάρης, προςελθόν τες οἱ ἱππεῖς καὶ οἱ χρησιμώτατοι τῶν πολιτῶν, ἔλεγον· Ω Χάρης, ἔξεσί σοι τήμερον κάλλισον ἔργον διαπράξασθαι. χωρίον γὰρ ἐπὶ τοῖς ὁρίοις ἡμῖν οἱ Σικυώνιοι τειχίζουσιν, οἰκοδόμους μὲν πολλοὺς ἔχοντες, ὁπλίτας δὲ οὐ πάνυ πολλούς. ἡγησόμεθα μὲν οὖν ἡμεῖς οἱ ἱππεῖς, καὶ τῶν πολιτῶν οἱ ἐξξωμενέςατοι· σὺ δὲ τὸ ξενικὸν ἔχων ἐὰν ἀκολουθῇς, ἴσως μὲν διαπεπραγμένα σοι καταλήψη, ἴσως δὲ ἐπιφανεὶς σύ, ὥσπερ ἐν Πελλήνη, τροπὴν ποιή σεις. εἰ δέ τι δυςχερές σοί ἐσιν, ὧν λέγομεν, ἀνακοίνωσαι τοῖς θεοῖς θυόμενος· οἰόμεθα γάρ, ἔτι σε μᾶλλον ἡμῶν τοὺς θεοὺς ταῦτα πράττειν κελεύσειν. τοῦτο δὲ χρὴ, ὦ Χάρης, εὖ εἰδέναι, ὅτι, ἐὰν ταῦτα πράξῃς, τοῖς μὲν πολεμίοις ἐπιτετειχικὼς ἔσῃ, φιλίαν δὲ πόλιν διασεσωκώς. εὐκλεέςατος δὲ ἐν τῇ πατρίδι ἔσῃ, ονομαςότατας δὲ καὶ ἐν τοῖς συμμάχοις καὶ πολεμίοις. Ὁ μὲν δὴ Χάρης πεισθεὶς ἐθίετο· τῶν δὲ Φλιασίων εὐθὺς μὲν οἱ ἱππεῖς τοὺς θώρακας ἐνεδύοντο, καὶ τοὺς ἵππους ἐχαλίνουν, οἱ δὲ ὁπλῖ· ται, ὅσα εἰς πεζόν, παρεσκευάζοντο. ἐπεὶ δὲ αναλαβόντες τὰ ὅπλα ἐπορεύοντο, ἔνθα ἐθύετο, ἀπήντα αὐτοῖς ὁ Χάρης καὶ ὁ μάντις, καὶ ἔλεγον, ὅτι καλὰ εἴη τὰ ἱερά, ἀλλὰ περιμένετε, ἔφασαν· ἤδη γὰρ καὶ ἡμεῖς ἔξιμεν. ὡς δὲ τάχισα ἐκηρύχθη, θεία τινὶ προθυμίᾳ καὶ οἱ μισθοφόροι ταχὺ ἐξέδραμον. Ἐπεὶ δὲ Χάρης ήρξατο πορεύεσθαι, προῄεσαν αὐτοῦ οἱ τῶν Φλιασίων ὑπε πεῖς καὶ πεζοί· καὶ τὸ μὲν πρῶτον ταχέως ἡγοῦντο, ἔπειτα δὲ ἐτρόχαζον· τέλος δὲ οἱ μὲν ἱππεῖς ἤλαυνον, οἱ δὲ πεζοὶ κατὰ κράτος ἔθεον, ὡς δυνατὸν, ἐν τάξει, οἷς καὶ ὁ Χάρης σπουδή ἐπηκολούθει. ἦν μὲν οὖν τῆς ὥρας μικρὸν πρὸ δύντος ἡλίου· κατα

λάμβα

« ZurückWeiter »