Abbildungen der Seite
PDF
EPUB

είοντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν, καὶ ἑλκώσεώς τε αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης, καὶ διαρροίας ἅμα ακράτε ἐπιπιπτέσης, οἱ πολλοὶ ὕφέρον διὰ τὴν ἀθένειαν διεφθείροντο. διεξήει γὰρ διὰ παντὸς του σώματος ἄνωθεν αρξάμενον τὸ ἐν τῇ κεφαλῇ πρῶτον ἱδρυθέν κακόν· καὶ εἴτις ἐκ τῶν μεγίσων περιγένοιτο, τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτῇ ἐπεσήμαινε. κατέσκηπτε γὰρ καὶ ἐς τὰ αἰδοῖα, καὶ ἐς ἄκρας χεῖρας, καὶ πόδας· καὶ πολλοὶ περὶ σκόμενοι τάτων διέφευγον εἰσὶ δ ̓ οἳ καὶ τῶν ὀφθαλμῶν. τὰς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀνασάντας τῶν πάντων ὁμοίως, καὶ ἠγνόησαν σφᾶς τε αὐτὲς καὶ τὰς ἐπιτηδείες.

τα

Γενόμενον γὰρ κρεῖττον λόγου τὸ εἶδος τῆς νόσε, τά τε ἄλλα χαλεπωτέρως ἢ κατὰ τὴν ἀνθρωπέιαν φύσιν προσέπιπτεν ἑκάσω, καὶ ἐν τῷδε ἐδήλωσε μάλισα ἄλλο τι ὂν ἢ τῶν ξυντρό φων τι. τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων, ἢ οὐ προσῄει, ἢ γευσάμενα διεφθείρετο. τεκμήριον δὲς τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο, καὶ ἐχ ἑωρῶντο οὔτε ἄλλως, ἔτε περὶ τοιουτον ἐδέν. οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος, διὰ τὸ ξυνδιαιτάσθαι.

Τὸ μὲν οὖν νόσημα, πολλὰ καὶ ἄλλα παραλιπόντι ἀπο πίας, ὡς ἑκάσῳ ἐτύγχανε τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον για γνόμενον, τοιοῦτον ἦν ἐπίπαν τὴν ἰδέαν. καὶ ἄλλο παρελύπει κατ' ἐκεῖνον τὸν χρόνον οὐδὲν τῶν εἰωθότων· ὃ δὲ καὶ γένοιτο, ἐς τᾶτο ἐτελεύτα. ἔθνησκον δὲ, οἱ μὲν, ἀμελείᾳ, οἱ δὲ, καὶ πάνυ θερα πευόμενοι. ἔν τε ἐδὲν κατέση ἴαμα, ὡς εἰπεῖν, ὅ, τι χρῆν προς φέροντας ὠφελεῖν. τὸ γὰρ τῷ ξυνενεγκὸν ἄλλον τἔτο ἔβλαπτε. σῶμά τε αύταρκες ἂν ἐδὲν διεφάνη πρὸς αὐτὸς ἰσχύος περί ἢ ἀσθε

νείας,

νείας, ἀλλὰ πάντα ξυνήρει, καὶ τὰ πάσῃ διαίτη θεραπευό

μενα. δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ, ἡ τε αθυμία, ὁπότε τις αἴσθοιτο κάμνων, (πρὸς γὰρ τὸ ἀνέλπισον εὐθὺς τραπόμενος τῇ γνώμη, πολλῷ μᾶλλον προϊεντο σφᾶς αὐτοὺς, καὶ οὐκ ἄν τεῖχον) καὶ ὅτι ἕτερος ἀφ' ἑτέρα, θεραπείας αναπιμπλάμενοι, ὥσπερ τα πρόβατα, ἔθνησκον° καὶ τὸν πλεῖσον φθόρον τέτο ἐνεποίει. ἔιτε γὰρ μὴ θέλοιεν δεδιότες αλλήλοις προσιέναι, ἀπώλη λυντο ἔρημοι, καὶ οἰκίας πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θερα πεύσαντος· ἔι τε προσέοιεν, διεφθείροντο· καὶ μάλισα οἱ ἀρετῆς τὶ μεταποιούμενοι. αἰσχύνῃ γὰρ ἠρείδουν σφῶν αὐτῶν, ἐσίοντες παρὰ τοὺς φίλους, ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες καὶ οἱ οἰκεῖοι ἐξέκαμνον, ὑπὸ τοῦ πολλὰ κακοῦ για κώμενοι. ἐπιπλέον δὲ ὅμως οἱ διαπεφευγότες τόν τε θνήσκοντα καὶ τὸν πονέμενον ᾠκτίζοντο, διὰ τὸ προειδέναι τε, καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι. δὶς γὰρ τὸν αὐτὸν, ὥσε καὶ κτείνειν, οὐκ ἐπελάμβανε. καὶ ἐμακαρίζοντό τε ὑπό τῶν ἄλλων, καὶ αὐτοὶ τῷ παραχρῆμα περιχαρεῖ, καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τι εἶχον κάφης μηδ ̓ ἂν ὑπ ̓ ἄλλα νοσήματος ποτὲ ἔτι διαφθαρῆναι.

FOL

Επίεσε δ ̓ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄσυ, καὶ ἐκ ἧττον τοὺς ἐπελθόν. τας. οἰκιῶν γὰρ ἐχ ὑπαρχουσῶν, ἀλλ ̓ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτες διαιτωμένων, ὁ φθόρος ἐγίγνετο, ἐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ' ἀλλήλοις ἀποθνήσκοντες ἔκειντο· καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο, καὶ περὶ τὰς κρήνας ἁπάσας, ἡμιθνῆτες, τῇ τῶν ὕδατος ἐπιθύμια. τά τε ἱερὰ, ἐν οἷς ἐσκήνηντο, νεκρῶν πλέα ἦν, αὐτῶ αποθνησκόντων. ὑπερβιαζομένε γὰρ τοῦ κακοῦ, οἱ ἄκα θρωποι

θρωποι οὐκ ἔχοντες ὅ, τι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως· νόμοι τε πάντες συνεταράχθησαν, οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς. ἔθαπτον δὲ ὡς ἕκασος ἠδύνατο.

καὶ πολλοὶ ἐς ἀναίσχυντους θήκας ετράποντο, σπάνει τῶν ἐπι τηδείων, διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν. ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας, φθάσαντες τοὺς νήσαντας, οἱ μὲν, ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον, οἱ δὲ, καιομένου ἄλλου, ἄνωθεν ἐπιι βαλόντες ὃν φέροιεν, ἀπῄεσαν.

Πρῶτόν τε ἦρξε καὶ ἐς τἆλλα τῇ πόλει ἐπιπλέον ἀνομίας τὸ νόσημα. ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπεκρύπτετο μὲ καθ ̓ ἡδονὴν ποιεῖν, ἀγχίςροφον τὴν μεταβολὴν ὁρῶντας τῶν τ ̓ εὐ δαιμόνων καὶ αἰφνιδίως θνησκόντων, καὶ τῶν ἐδὲν πρότερον κεκτημένων, εὐθὺς δὲ τακείνων ἐχόντων. ὥσε ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ἠξίουν ποιεῖσθαι, εφήμερα τὰ τε σώματα καὶ τὰ χρήματα ὁμοίως ἡγούμενοι. καὶ τὸ μὲν προσταλαιπωρεῖν τῷ δόξαντι καλῷ, ἐδεὶς πρόθυμος ἦν, ἄδηλον νομίζων εἰ πρὶν ἐπ' αὐτὸ ἐλθεῖν, διαφθαρήσεται· ὅ, τι δὲ ᾔδει τε ἡδὺ καὶ παν ταχόθεν τὸ ἐς αὐτὸν κερδαλέον, τἔτο καὶ καλὸν καὶ χρήσιμον κατέςη· θεῶν δὲ φόβος, ἢ ἀνθρώπων νόμος ἐδεὶς ἀπεῖργε· τὸ μὲν, κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ, ἐκ τοῦ πάντας ὁρᾶν ἐν ἴσω ἀπολλυμένες· τῶν δὲ ἁμαρτημάτων ἐδεὶς ἐλπίζων μέχρι τοῦ δίκην γενέσθαι βιὲς ἂν τὴν τιμωρίαν αντιδέναι πολὺ δὲ μείζω τὴν ἤδη κατεψηφις μένην σφῶν ἐπικρημασθῆναι, ἣν πριν ἐμπεσεῖν, εἰκὸς εἶναι τοῦ βία τὶ ἀπολαύσαι.

enos

[ocr errors]

Xenopho n.

Seine Griechische Geschichte ist gewissermaßen Fortseßung der Erzählung des Thucydides, und vollkommen würdig, ihr zur Geite gestellt zu werden. Was oben schon von den großen Vorzüs gen und Annehmlichkeiten seiner Sprache und seines Vortrages bemerkt ist, gilt auch von diesem historischen Werke, und seinen Abrigen zur erzählenden Gattung gehörenden Schriften. Mit dies fer Anmuth vereint sich bei ihm alle Natur und Einfachheit, deren die Erzählung nur immer fähig ist. Im fiebenten Buche wers den zuerst verschiedne kriegrische Vorfälle unter den entzweiten griechischen Völkerschaften erzählt, und in dem, hier ausgehobe nen, zweiten Kapitel die vielen widrigen Schicksale der Vhliasier, wodurch sie dennoch nicht in ihrer Treue gegen die Spartaner wans kend gemacht wurden.

Οὕτω δὲ τούτων προκεχωρηκότων, καὶ τῶν τε Αργείων ἐπιτε· τειχικότων ἐν τῷ Φλιοῦντι τὸ ὑπέρ τοῦ Ἡραίου Τρικάρανον, καὶ τῶν Σικυωνίων ἐπὶ τοῖς ὁρίοις αὐτῶν τειχιζόντων τὴν Θυαμίαν, μάλα ἐπιέζοντο οἱ Φλίασιοι, καὶ ἐσπανίζοντο τῶν ἐπιτηδείων· ὅμως δὲ διεκαρτέρουν ἐν τῇ συμμαχία.

γάλων πόλεων, εἴ τι καλὸν ἔπραξαν,

Ἀλλὰ γὰρ τῶν μὲν με

ἅπαντες οἱ συγγραφεῖς

μέμνηνται· ἐμοὶ δὲ δοκεῖ, καὶ εἴ τις μικρὰ πόλις οὖσα πολλά καὶ καλὰ ἔργα διαπέπρακται, ἔτι μάλλον ἄξιον εἶναι ἀποφαίνειν. Φλιάσιοι τοίνυν φίλοι μὲν ἐγένοντο Λακεδαιμονίοις, ὅτ ̓ ἐκεῖνοι μέγισοι ἦσαν σφαλέντων δ ̓ αὐτῶν ἐν τῇ ἐν Λεύκτροις μάχης, καὶ ἀποςάντων μὲν πολλῶν περιοίκων, ἀποσάντων δὲ πάντων τῶν Ειλώτων, ἔτι δὲ τῶν συμμάχων, πλὴν πάνυ ὀλίγων, ἐπιτρα τευόντων δ ̓ αὐτοῖς, ὡς εἰπεῖν, πάντων τῶν Ἑλλήνων, πισοί διέμειναν· καὶ ἔχοντες πολεμίους τοὺς δυνατωτάτους τῶν ἐν Πε λοποννήσῳ, Αργείους καὶ ̓Αρκάδας, ὅμως ἐβοήθησαν αὐτοῖς, καὶ διαβαίνειν τελευταῖοι λαχόντες εἰς Πρασιὰς τῶν συμβοηθητ πάντων, (ἦσαν δὲ οὗτοι, Κορίνθιοι, Ἐπιδαύριοι, Τροιζήνιοι, Ερ

[merged small][ocr errors]

μιονεῖς, ἁλιεῖς, Σικυώνιοι, καὶ Πελληνεῖς) οὐ γὰρ πώποτε ἀφέσασαν, ἀλλ ̓ οὐδ ̓, ἐπεὶ ὁ ξεναγὸς τοὺς προδιαβεβῶτας λμ. βὼν ἀπολιπὼν αὐτοὺς ᾤχετο, οὐδὲ ὡς ἐπετράφησαν, ἀλλ ̓ ἡγε μόνα μισθωσάμενοι ἐκ Περσιῶν, ὄντων τῶν πολεμίων περὶ ̓Αμύ κλας, ὅπως ἐδύναντο διαδύντες, ἐς Σπάρτην ἀφίκοντο. Καὶ μὴν οἱ Λακεδαιμόνιοι ἄλλως τε ἐτίμων αὐτοὺς, καὶ βοῦν ξένια ἔπεμψαν. Ἐπεὶ δ ̓, ἀναχωρησάντων τῶν πολεμίων ἐκ τῆς Λα κεδαίμονος οἱ Ἀργεῖοι, ὀργιζόμενοι τῇ τῶν Φλιασίων περὶ τοὺς Λακεδαιμονίους προθυμία, ἐνέβαλλον πανδημεὶ εἰς τὸν Φλιοῦντα, καὶ τὴν χώραν αὐτῶν ἐδῄουν, οὐδὲ ὡς ὑφίεντο· ἀλλὰ καὶ ἐπεὶ ἀπεχῶ ρουν, φθείραντες ὅσα ἐδύναντο, ἐπεξελθόντες οἱ τὸν Φλιασίων ἱππεῖς ἐπηκολούθουν αὐτοῖς, καὶ ὀπισθοφυλακούντων τοῖς Αργείος τῶν ἱππέων ἁπάντων καὶ λόχων, τῶν μετ ̓ αὐτοὺς τεταγμένων, ἐπιθέμενοι τούτοις ἑξήκοντα ὄντες, ἐτρέψαντο πάντας τοὺς ὄπι σθεν φύλακας, καὶ ἀπέκτειναν μὲν ὀλίγους αὐτῶν, τρόπαιον μένα το ἐςήσαντο, ὁρώντων τῶν ̓Αργείων, οὐδὲν διαφέρον, ἢ εἰ πάνω της απεκτόνεσαν αὐτούς.

δε

Αὖθις δὲ Λακεδαιμόνιοι μὲν καὶ οἱ σύμμαχοι ἐφρούρουν το Ὄνειον, Θηβαῖοι δὲ προσήεσαν ὡς ὑπερβησόμενοι, πορευομένων δὲ διὰ Νεμέας τῶν Ἠλείων καὶ ̓Αρκάδων, ὅπως συμμίξαιεν τοῖς Θηβαίοις, προςήνεγκαν μὲν λόγον τῶν Φλιασίων φύγαδες, ὡς, εἰ θελήσειαν ἐπιφανῆναι μόνον σφίσι, λάβοιεν ἂν Φλιοῦντα· ἐπεὶ δὲ ταῦτα συνωμολογήθη, τῆς νυκτὸς ὑπεκαθίζοντο ὑπ' αὐτῷ τῷ τείχει, κλίμακας ἔχοντες, οἵτε φυγάδες, καὶ ἄλλοι μετ ̓ αὐτῶν ὡς ἑξακόσιοι. ἐπεὶ δὲ οἱ μὲν σκοποί ἐσήμαινον ἀπό τοῦ Τρικαρά του, ὡς πολεμίων ἐπιόντων, ἡ δὲ πόλις τὸν νοῦν εἶχε πρὸς τού

τοις,

1

« ZurückWeiter »